ἡγοῦμαι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς Ἕλληνας, εἰ μὲν ἐναργὲς [τι] γένοιτο καὶ σαφὲς ὡς βασιλεὺς αὐτοῖς ἐπιχειρεῖ, κἂν συμμαχῆσαι καὶ χάριν μεγάλην ἔχειν τοῖς πρὸ αὐτῶν καὶ μετ’ αὐτῶν ἐκεῖνον ἀμυνομένοις· εἰ δ’ ἔτ’ ἀδήλου τούτου καθεστηκότος προαπεχθησόμεθ’ ἡμεῖς, δέδι’, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ τούτοις μετ’ ἐκείνου πολεμεῖν ἀναγκασθῶμεν, ὑπὲρ ὧν προνοούμεθα. ὁ μὲν γὰρ ἐπισχὼν ὧν ὥρμηκεν, εἰ ἄρ’ ἐγχειρεῖν ἔγνωκε τοῖς Ἕλλησι, χρήματα δώσει τισὶν αὐτῶν καὶ φιλίαν προτενεῖται, οἱ δὲ τοὺς ἰδίους πολέμους ἐπανορθῶσαι βουλόμενοι καὶ τοῦτον τὸν νοῦν ἔχοντες τὴν κοινὴν ἁπάντων σωτηρίαν παρόψονται. εἰς δὲ τὴν ταραχὴν ταύτην καὶ τὴν ἀγνωμοσύνην παραινῶ μὴ προκαθεῖναι τὴν πόλιν ἡμῶν.
Μικρο αλλα θαυματουργο...ηταν το αγνωστο που ειχα γραψει στο τελευταιο προσομοιωτικο διαγωνισμα

(Δημοσθενης αν θυμαμαι καλα)